Δειλινά γεμάτα γλυκό φως και απόλυτη ησυχία.
Και το μεγαλύτερο θηρίο κρυμμένο στη φωλιά του στερείται για πρώτη φορά την Άνοιξη και προσμένει να λυθούν τα δεσμά του.
Ως άλλος Αδάμ έναντι του Παραδείσου.
Ο νους τέτοιες μέρες, μπροστά σε τέτοιες εικόνες γυρίζει στον Ψαλμωδό Δαυίδ και στο 148 Ψαλμό όπου καλείται όλη η φύση,όλη η δημιουργία να αινέσει τονΚύριο, να δοξολογήσει για τη μοναδική δημιουργία.
«….αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη,
αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ
τὸ ὑπεράνω τῶν οὐρανῶν.
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
πρόσταγμα ἔθετο, καὶ οὐ
παρελεύσεται.
αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς,
δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
πῦρ, χάλαζα, χιών, κρύσταλλος,
πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ
πᾶσαι κέδροι·
τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ
πτερωτά·
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ
πάντες κριταὶ γῆς·
νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων·
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα
αὐτοῦ μόνου·
ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς
καὶ οὐρανοῦ…..»